Ancient Greek · ~7 min
52.1 to 52.16
Septuaginta, Jeremias 52.1-16
Not analysed yet
Ὄωτος εἰκοστοῦ καὶ ἑνὸς ἔτους Σεδεκίου ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμειταὰλ θυγάτηρ Ἰερεμίου ἐκ Λοβενά. καὶ ἐγένετο τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν μηνὶ τῷ ἐνάτῳ δεκάτη τοῦ μηνὸς ἦλθεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἰερουσαλήμ, καὶ περιεχαράκωσαν αὐτὴν καὶ περιῳκοδόμησαν αὐτὴν τετραπόδοις κύκλῳ. καὶ ἦλθεν ἡ πόλις εἰς συνοχὴν ἕως ἑνδεκάτου ἔτους τῷ βασιλεῖ Σεδεκίs ἐν τῇ ἐνάτῃ τοῦ μηνός, καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς πύλης ἀνὰ μέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος, ὃ ἣν κατὰ τὸν κῆπον τοῦ βασιλέως, καὶ οἱ λαλδαῖοι ἐπὶ τῆς πόλεως κύκλῳ. καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς ἀραβά, καὶ κατεδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν ἐν τῷ πέραν Ἰερειχώ, καὶ πάντες οἱ παῖδες αὐτοῦ διέσπαρησαν ἀπʼ αὐτοῦ. καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλάθα· καὶ ἐλάλησεν αὐτῷ μετὰ κρίσεως. καὶ ἔσφαξεν βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδεκίου κατʼ ὀφθαλμοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἄρχοντας Ἰούδα ἔσφαξεν ἐν Δεβλάθα. καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν αὐτὸν βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἔδωκεν αὐτὸν εἰς οἰκίαν μύλωνος ἕως ἡμέρας ἧς ἀπέθανεν. Καὶ ἐν μηνὶ πέμπτῳ δεκάτῃ τοῦ μηνὸς ἥλθεν Ναβουζαρδὰν ὁ ἰρχιμώγειρος ἑστηκὼς κατὰ πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς Ἰερουσαλήμ, καὶ ἐνέπρησεν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάσας τὰς οἰκίας τῆς πόλεως καὶ πᾶσαν οἰκίαν μεγάλην ἐνέπρησεν ἐν πυρί. καὶ πᾶν τεῖχος Ἰερουσαλὴμ κύκλῳ καθεῖλεν ἡ δύναμις τῶν Χαλδαίων ἡ μετὰ τοῦ ἀρχιμαγείρου καὶ τοὺς καταλοίπους τοῦ λαοῦ κατέλειπεν ὁ ἀρχιμμγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γεαοργούς.