Ancient Greek
52.31 to 52.34
Septuaginta, Jeremias 52.31-34
Not analysed yet
Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει ἀποικισθέντος τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνός, ἔλαβεν Οὐλαιμαδαχὰρ βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἐνιαυτῷ ᾧ ἐβασίλευσεν, τὴν κεφαλὴν Ἰωακεὶμ βασιλέως Ἰούδα καὶ ἔκειρεν αὐτόν, καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας ἧς ἐφυλασσετο, καὶ ἐλάλησεν αὐτῷ χρηστά, καὶ ἔδωκεν αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν βασιλέων τῶν μετʼ αὐτοῦ ἐν Βαβυλῶνι, καὶ ἥλλαξαν τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ, καὶ ἡσθιεν ἄρτον διὰ παντὸς κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας ἂς ἔζησεν. καὶ ἡ σύνταξις αὐτῷ ἐδίδετο διὰ παντὸς παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐξ ἡμέρας εἰς ἡμέραν ἕως ἡμέρας ἧς ἀπέθανεν.