Ancient Greek
6.1 to 6.14
Septuaginta, Jeremias 6.1-14
Not analysed yet
Ἐνισχύσατε, υἱοὶ Βενιαμείν, ἐκ μέσου τῆς Ἰερουσαλήμ, καὶ ἐν Θεκοῦε σημάνατε σάλπιγγι, καὶ ὑπέρ Βαιθθαχαρμὰ ἄρατε σημεῖον· ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται, καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου, θυγάτηρ Σειών. εἰς αὐτὴν ἥξουσιν ποιμένες καὶ τὰ ποίμνια αὐτῶν, καὶ πήξουσιν ἐπʼ αὐτὴν σκηνὰς κύκλῳ, καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ. παρασκευάσασθε ἐπʼ αὐτὴν εἰς πόλεμον, ανάστητε καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν μεσημβρἰας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἡμέρας. ἀνάστητε καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν νυκτί, καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς. ὅτι τάδε λέγει Κύριος Ἔκκοψον τὰ ξύλα αὐτῆς, ἕκχεον ἐπὶ Ἰερουσαλὴμ δύναμιν· ὥ πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ. ὡς ψύχει λάκκος ὕδωρ, οὕτως ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός. πόνῳ καὶ μάστιγι παιδευθήσῃ, Ἰερουσαλήμ· μὴ ἀποστῇ ἡ ψυχὴ μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν ἥτις οὐ κατοικισθῇ. Ὅτι τάδε λέγει Κύριος Καλαμάσθε καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ἰσραήλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ. πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληθῶσιν αὐτό. καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτοὺς· ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν, ἐπὶ συναγωγὴν νεανίσκων ἄμα, ὅτι ἀνὴρ καὶ γυνὴ συνλημφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν· καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει Κύριος. ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ. καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ μου. ἐξουθενοῦντες καὶ λέγοντες Εἰρήνη εἰρήνη· καὶ ποῦ ἐστιν εἰρήνη;