Ancient Greek
30.25 to 30.31
Septuaginta, Job 30.25-31
Not analysed yet
ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχείας. στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος. ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.