# Job 34.28-37

Septuaginta, Job, 34.28 to 34.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/job/34.28

τοῦ ἐπαγαγεῖν ἐπ’ αὐτὸν κραυγὴν πένητος, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται. καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ. ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων Εἴληφα, οὐκ ἐνεχυράσω· ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι· εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσθήσω. μὴ παρὰ σοῦ ἀποτείσει αὐτήν; ὅτι ἀπώσῃ, ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ· καὶ τί ἔγνως λάλησον. διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα. Ιωβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δὲ ῥήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ. οὐ μὴν δὲ ἀλλὰ μάθε, Ιωβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες, ἵνα μὴ προσθῶμεν ἐφ’ ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ’ ἡμῖν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ κυρίου.

---

Septuaginta, Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg032.local001/.
