# Job 38.26-41

Septuaginta, Job, 38.26 to 38.41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/job/38.26

τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ, τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης; τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου; ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν; συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας; ἦ διανοίξεις μαζουρωθ ἐν καιρῷ αὐτοῦ καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά; ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ’ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα; καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσεταί σου; ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσιν δέ σοι Τί ἐστιν; τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην; τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον. θηρεύσεις δὲ λέουσιν βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; δεδοίκασιν γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. τίς δὲ ἡτοίμασεν κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σῖτα ζητοῦντες.

---

Septuaginta, Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg032.local001/.
