# Job 9.27-35

Septuaginta, Job, 9.27 to 9.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/job/9.27

ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω. σείομαι πᾶσιν τοῖς μέλεσιν, οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις. ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον; ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς, ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή. οὐ γὰρ εἶ ἄνθρωπος κατ’ ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων· ἀπαλλαξάτω ἀπ’ ἐμοῦ τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω, καὶ οὐ μὴ φοβηθῶ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι.

---

Septuaginta, Job. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg032.local001/.
