Ancient Greek · ~3 min
14.12 to 14.15
Septuaginta, Josue 14.12-15
Not analysed yet
καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ. νυνὶ δὲ οἱ Ενακιμ ἐκεῖ εἰσιν, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν κύριος μετ’ ἐμοῦ ᾖ, ἐξολεθρεύσω αὐτούς, ὃν τρόπον εἶπέν μοι κύριος. καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς καὶ ἔδωκεν τὴν Χεβρων τῷ Χαλεβ υἱῷ Ιεφοννη υἱοῦ Κενεζ ἐν κλήρῳ. διὰ τοῦτο ἐγενήθη ἡ Χεβρων τῷ Χαλεβ τῷ τοῦ Ιεφοννη τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι κυρίου θεοῦ Ισραηλ. τὸ δὲ ὄνομα τῆς Χεβρων ἦν τὸ πρότερον πόλις Αρβοκ· μητρόπολις τῶν Ενακιμ αὕτη. καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου.