Ancient Greek
15.59a to 15.63
Septuaginta, Josue 15.59a-63
Not analysed yet
Θεκω καὶ Εφραθα (αὕτη ἐστὶν Βαιθλεεμ) καὶ Φαγωρ καὶ Αιταν καὶ Κουλον καὶ Ταταμ καὶ Εωβης καὶ Καρεμ καὶ Γαλεμ καὶ Θεθηρ καὶ Μανοχω, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν· Καριαθβααλ (αὕτη ἡ πόλις Ιαριμ) καὶ Σωθηβα, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν· καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα καὶ Ναφλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν. Καὶ ὁ Ιεβουσαῖος κατῴκει ἐν Ιερουσαλημ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ιεβουσαῖοι ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ἐκείνης.