Ancient Greek · ~4 min
3.13 to 3.17
Septuaginta, Josue 3.13-17
Not analysed yet
καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ιορδάνου, τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται. καὶ ἀπῆρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ιορδάνην, οἱ δὲ ἱερεῖς ἤροσαν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πρότεροι τοῦ λαοῦ. ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ιορδάνου—ὁ δὲ Ιορδάνης ἐπλήρου καθ’ ὅλην τὴν κρηπῖδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν—, καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαριμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Αραβα, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπεν· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω. καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ιορδάνου· καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην.