Ancient Greek
10.14 to 10.18
Septuaginta, Judices (Codex Alexandrinus) 10.14-18
Not analysed yet
βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν. καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον Ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πάντα, ὅσα ἂν ἀρέσκῃ ἐνώπιόν σου, πλήν, κύριε, ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ. καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐλάτρευσαν τῷ κυρίῳ· καὶ οὐκ εὐηρέστησεν ἐν τῷ λαῷ, καὶ ὠλιγοψύχησεν ἐν τῷ κόπῳ Ισραηλ. Καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ, καὶ ἐξῆλθον οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ Μασσηφα. καὶ εἶπον οἱ ἄρχοντες τοῦ λαοῦ Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἀνήρ, ὃς ἄρξεται πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων; καὶ ἔσται εἰς κεφαλὴν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ.