Ancient Greek
13.1 to 13.10
Septuaginta, Judices (Codex Alexandrinus) 13.1-10
Not analysed yet
Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ ἀλλοφύλων τεσσαράκοντα ἔτη. Καὶ ἐγένετο ἀνὴρ ἐκ Σαραα ἐκ τῆς φυλῆς τοῦ Δαν, καὶ ὄνομα αὐτῷ Μανωε, καὶ ἡ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτικτεν. καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπεν πρὸς αὐτήν Ἰδοὺ δὴ σὺ στεῖρα καὶ οὐ τέτοκας· καὶ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν. καὶ νῦν φύλαξαι καὶ μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον· ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν, καὶ οὐκ ἀναβήσεται σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι ἡγιασμένον ναζιραῖον ἔσται τῷ θεῷ τὸ παιδάριον ἐκ τῆς γαστρός, καὶ αὐτὸς ἄρξεται σῴζειν τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων. καὶ ἦλθεν ἡ γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα ὅτι Ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρός με, καὶ ἡ ὅρασις αὐτοῦ ὡς ὅρασις ἀγγέλου τοῦ θεοῦ ἐπιφανὴς σφόδρα· καὶ ἠρώτων, πόθεν ἐστίν, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι. καὶ εἶπέν μοι Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ σικερα καὶ μὴ φάγῃς πᾶσαν ἀκαθαρσίαν, ὅτι ναζιραῖον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ. καὶ ἐδεήθη Μανωε τοῦ κυρίου καὶ εἶπεν Ἐν ἐμοί, κύριε, ἄνθρωπος τοῦ θεοῦ, ὃν ἀπέστειλας πρὸς ἡμᾶς, ἐλθέτω δὴ πρὸς ἡμᾶς καὶ φωτισάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδαρίῳ τῷ τικτομένῳ. καὶ ἐπήκουσεν ὁ θεὸς τῆς φωνῆς Μανωε, καὶ παρεγένετο ὁ ἄγγελος τοῦ θεοῦ ἔτι πρὸς τὴν γυναῖκα αὐτῆς καθημένης ἐν τῷ ἀγρῷ, καὶ Μανωε ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ’ αὐτῆς. καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἐξέδραμεν καὶ ἀπήγγειλεν τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ὦπταί μοι ὁ ἀνὴρ ὁ ἐλθὼν πρός με τῇ ἡμέρᾳ ἐκείνῃ.