# Judices (Codex Alexandrinus) 16.27-31

Septuaginta, Judices (Codex Alexandrinus), 16.27 to 16.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/judices-codex-alexandrinus/16.27

ὁ δὲ οἶκος ἦν πλήρης ἀνδρῶν καὶ γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ σατράπαι τῶν ἀλλοφύλων, καὶ ἐπὶ τοῦ δώματος ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες ἐμβλέποντες ἐμπαιζόμενον τὸν Σαμψων. καὶ ἐβόησεν Σαμψων πρὸς κύριον καὶ εἶπεν Κύριε κύριε, μνήσθητί μου καὶ ἐνίσχυσόν με δὴ πλὴν ἔτι τὸ ἅπαξ τοῦτο, καὶ ἐκδικήσω ἐκδίκησιν μίαν ἀντὶ τῶν δύο ὀφθαλμῶν μου ἐκ τῶν ἀλλοφύλων. καὶ περιέλαβεν Σαμψων τοὺς δύο στύλους τοὺς μέσους, ἐφ’ ὧν ὁ οἶκος ἐπεστήρικτο ἐπ’ αὐτῶν, καὶ ἐπεστηρίσατο ἐπ’ αὐτοῖς, ἕνα ἐν τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα ἐν τῇ ἀριστερᾷ αὐτοῦ. καὶ εἶπεν Σαμψων Ἀποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἔκλινεν ἐν ἰσχύι, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἐγένοντο οἱ τεθνηκότες, οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ὑπὲρ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ. καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τῷ τάφῳ Μανωε τοῦ πατρὸς αὐτοῦ. καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη.

---

Septuaginta, Judices (Codex Alexandrinus). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg009.local001/.
