Ancient Greek
3.26 to 3.31
Septuaginta, Judices (Codex Alexandrinus) 3.26-31
Not analysed yet
καὶ Αωδ διεσώθη, ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σεϊρωθα. καὶ ἐγένετο ἡνίκα ἦλθεν, καὶ ἐσάλπισεν κερατίνῃ ἐν ὄρει Εφραιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισραηλ, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν. καὶ εἶπεν πρὸς αὐτούς Καταβαίνετε ὀπίσω μου, ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ὑμῶν τὴν Μωαβ ἐν χειρὶ ὑμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκαν ἄνδρα διαβῆναι. καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῷ καιρῷ ἐκείνῳ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πάντας τοὺς μαχητὰς τοὺς ἐν αὐτοῖς καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ἀνήρ. καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ τὴν χεῖρα Ισραηλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν. Καὶ μετὰ τοῦτον ἀνέστη Σαμεγαρ υἱὸς Αναθ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐκτὸς μόσχων τῶν βοῶν· καὶ ἔσωσεν αὐτὸς τὸν Ισραηλ.