Ancient Greek · ~7 min
5.17 to 5.31
Septuaginta, Judices (Codex Alexandrinus) 5.17-31
Not analysed yet
Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατεσκήνωσεν· καὶ Δαν ἵνα τί παροικεῖ πλοίοις; Ασηρ παρῴκησεν παρ’ αἰγιαλὸν θαλασσῶν καὶ ἐπὶ τὰς διακοπὰς αὐτοῦ κατεσκήνωσεν. Ζαβουλων λαὸς ὀνειδίσας ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλιμ ἐπὶ ὕψη ἀγροῦ. ἦλθον βασιλεῖς καὶ παρετάξαντο. τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θενναχ ἐπὶ ὕδατος Μαγεδδω· πλεονεξίαν ἀργυρίου οὐκ ἔλαβον. ἐκ τοῦ οὐρανοῦ ἐπολέμησαν ἀστέρες, ἐκ τῆς τάξεως αὐτῶν ἐπολέμησαν μετὰ Σισαρα. χειμάρρους Κισων ἐξέβαλεν αὐτούς, χειμάρρους καδημιμ, χειμάρρους Κισων· καταπατήσει αὐτοὺς ψυχή μου δυνατή. τότε ἀπεκόπησαν πτέρναι ἵππου, αμαδαρωθ δυνατῶν αὐτοῦ. καταράσασθε Μαρωζ, εἶπεν ὁ ἄγγελος κυρίου, καταράσει καταράσασθε τοὺς ἐνοίκους αὐτῆς, ὅτι οὐκ ἤλθοσαν εἰς τὴν βοήθειαν κυρίου· βοηθὸς ἡμῶν κύριος ἐν μαχηταῖς δυνατός. εὐλογηθείη ἐκ γυναικῶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου, ἐκ γυναικῶν ἐν σκηνῇ εὐλογηθείη. ὕδωρ ᾔτησεν αὐτήν, καὶ γάλα ἔδωκεν αὐτῷ, ἐν λακάνῃ ἰσχυρῶν προσήγγισεν βούτυρον. τὴν χεῖρα αὐτῆς τὴν ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν, τὴν δεξιὰν αὐτῆς εἰς ἀποτομὰς κατακόπων καὶ ἀπέτεμεν Σισαρα, ἀπέτριψεν τὴν κεφαλὴν αὐτοῦ καὶ συνέθλασεν καὶ διήλασεν τὴν γνάθον αὐτοῦ. ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς συγκάμψας ἔπεσεν, ἐκοιμήθη μεταξὺ ποδῶν αὐτῆς· ἐν ᾧ ἔκαμψεν, ἐκεῖ ἔπεσεν ταλαίπωρος. διὰ τῆς θυρίδος διέκυπτεν ἡ μήτηρ Σισαρα διὰ τῆς δικτυωτῆς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισαρα Διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτοῦ παραγενέσθαι; διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτοῦ; σοφαὶ ἀρχουσῶν αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν, καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτῆς Οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ· σκῦλα βαμμάτων Σισαρα, σκῦλα βαμμάτων ποικιλίας, βαφὴ ποικίλων περὶ τράχηλον αὐτοῦ σκῦλον. οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν καθὼς ἡ ἀνατολὴ τοῦ ἡλίου ἐν δυναστείαις αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.