# Judith 15.11-14

Septuaginta, Judith, 15.11 to 15.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/judith/15.11

καὶ ἐλαφύρευσεν πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ’ ἡμέρας τριάκοντα· καὶ ἔδωκαν τῇ Ιουδιθ τὴν σκηνὴν Ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὁλκεῖα καὶ πάντα τὰ κατασκευάσματα αὐτοῦ, καὶ λαβοῦσα αὐτὴ ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξεν τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ’ αὐτῶν. καὶ συνέδραμεν πᾶσα γυνὴ Ισραηλ τοῦ ἰδεῖν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν, καὶ ἔλαβεν θύρσους ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔδωκεν ταῖς γυναιξὶν ταῖς μετ’ αὐτῆς· καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν, αὐτὴ καὶ αἱ μετ’ αὐτῆς, καὶ προῆλθεν παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ Ισραηλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνουν ἐν τῷ στόματι αὐτῶν. καὶ ἐξῆρχεν Ιουδιθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ισραηλ, καὶ ὑπερεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην

---

Septuaginta, Judith. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg020.local001/.
