# Judith 7.29-32

Septuaginta, Judith, 7.29 to 7.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/judith/7.29

καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδόν, καὶ ἐβόησαν πρὸς κύριον τὸν θεὸν φωνῇ μεγάλῃ. — καὶ εἶπεν πρὸς αὐτοὺς Οζιας Θαρσεῖτε, ἀδελφοί, διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας, ἐν αἷς ἐπιστρέψει κύριος ὁ θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος· ἐὰν δὲ διέλθωσιν αὗται καὶ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς βοήθεια, ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν. καὶ ἐσκόρπισεν τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν, καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἀπέστειλαν· καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει.

---

Septuaginta, Judith. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg020.local001/.
