Ancient Greek · ~1 min
17.15 to 17.16
Septuaginta, Leviticus 17.15-16
Not analysed yet
Καὶ πᾶσα ψυχή, ἥτις φάγεται θνησιμαῖον ἢ θηριάλωτον ἐν τοῖς αὐτόχθοσιν ἢ ἐν τοῖς προσηλύτοις, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται· ἐὰν δὲ μὴ πλύνῃ τὰ ἱμάτια καὶ τὸ σῶμα μὴ λούσηται ὕδατι, καὶ λήμψεται ἀνόμημα αὐτοῦ.