Ancient Greek · ~7 min
14.1 to 14.16
Septuaginta, Machabaeorum I 14.1-16
Not analysed yet
Καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγεν Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ, καὶ ἐπορεύθη εἰς Μηδίαν, τοῦ ἐπισπᾶσθαι βοήθειαν ἑαυτῷ, ὄπως πολεμήσῃ τὸν Τρύφωνα. καὶ ἤκουσεν Ἀρσάκης ὁ βασιλεὺς Περσίδος καὶ Μηδίας ὅτι ἦλθεν Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ, καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλαβεῖν αὐτὸν ζῶντα. καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτόν, καὶ ἤγαγεν αὐτὸν πρὸς Ἀρσάκην, καὶ ἔθετο αὐτὸν ἐν φυλακῆ. Καὶ ἡσύχασεν ἡ γῆ πάσας τὰς ἡμέρας Σίμωνος, καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ· καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβεν τὴν Ἰόππην εἰς λιμένα, καὶ ἐποίησεν εἴσοδον ταῖς νήσοις τῆς θαλάσσης. καὶ ἐπλάτυνεν τὰ ὅρια τῷ ἔθνει αὐτοῦ, καὶ ἐκράτησεν τῆς χώρας. καὶ συνήγαγεν αἰχμαλωσίαν πολλήν, καὶ ἐκυρίευσεν Γαζάρων καὶ Βεθσούρων καὶ τῆς ἄκρας· καὶ ἐξῆρεν τὰς ἀκαθαρσίας ἐξ αὐτῆς, καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ. καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετʼ εἰρήνης, καὶ ἡ γῆ ἐδίδου τὰ γενήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν. πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο, πάντες περὶ ἀγαθῶν ἐκοινολόγουν, καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου. ταῖς πόλεσιν ἐχορήγησεν βρώματα, καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως, ἕως ὅτου ὀνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου γῆς· ἐποίησεν τὴν εἰρήνην ἐπὶ τῆς γῆς, καὶ ηὐφράνθη Ἰσραὴλ εὐφροσύνην μεγάλην. καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς· καὶ ἐξέλειπεν πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς, καὶ οἱ βασιλεῖς αὐτῶν συνε τρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ· τὸν νόμον ἐξεζήτησεν, καὶ ἐξῆρεν πάντα ἄνομον καὶ πονηρόν· τὰ ἅγια ἐδόξασεν, καὶ ἐπλήθυνεν τὰ σκεύη τῶν ἁγίων. Καὶ ἤκουσεν ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ἰωναθάν, καὶ ἕως Σπάρτης. καὶ ἐλυπήθησαν σφόδρα.