Ancient Greek · ~7 min
16.1 to 16.12
Septuaginta, Machabaeorum I 16.1-12
Not analysed yet
Καὶ ἀνέβη Ἰωάννης ἐκ Γαζάρων, καὶ ἀπήγγειλεν Σίμωνι τῷ πατρὶ αὐτοῦ ἃ συνετέλει Κενδεβαῖος. καὶ ἐκάλεσεν Σίμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους Ἰούδαν καὶ Ἰωάννην, καὶ εἶπεν αὐτοῖς Ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐπολεμήσαμεν τοὺς πολέμους Ἰσραὴλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας, καὶ εὐοδώθη ἐν ταῖς χερσὶν ἡμῶν ῥύσασθαι τὸν Ἰσραὴλ πλεονάκις. νῦν δὲ γεγήρακα, καὶ ὑμεῖς δὲ ἐν τῷ ἐλέει ἱκανοί ἐστε ἐν τοῖς ἔτεσιν· γίνεσθε ἀντʼ ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου, καὶ ἐξελθόντες ὑπερμαχεῖτε ὑπέρ τοῦ ἔθνους ἡμῶν, ἡ δὲ ἐκ τοῦ οὐρανοῦ βοήθεια ἤτω μεθʼ ὑμῶν. καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν καὶ ἱππεῖς, καὶ ἐπορεύθησαν ἐπὶ τὸν Κενδεβαῖον, καὶ ἐκοιμήθησαν ἐν Μωδαείμ. καὶ ἀναστάντες τὸ πρωὶ ἐπορεύοντο εἰς τὸ πεδίον· καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς, πεζικοὶ καὶ ἱππεῖς, καὶ χειμάρρους ἦν ἀνὰ μέσον αὐτῶν. καὶ παρενέβαλεν κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ· καὶ εἶδεν τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν, καὶ διεπέρασεν πρῶτος· καὶ εἶδον αὐτὸν οἱ ἄνδρες, καὶ διεπέρασαν κατόπισθεν αὐτοῦ. καὶ διεῖλεν τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν· ἡ δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα. καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐτροπώθη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτοῦ τραυματίαι πολλοί οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα. τότε ἐτραυματίσθη Ἰούδας ὁ ἀδελφὸς Ἰωάννου· Ἰωάννης δέ κατεδίωξεν αὐτοὺς ἕως ἐλθεῖν εἰς Κεδρών, ἣν οἰκοδόμησεν. καὶ ἔφυγον εἰς τοὺς πύργους τοὺς ἐν τῷ ἀγρῷ Ἀζώτου, καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί καὶ ἕπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας χιλίους, καὶ ἀπέστρεψεν εἰς τὴν Ἰουδαίαν μετʼ εἰρήνης. Καὶ Πτολεμαῖος ὁ τοῦ Ἀβούβου ἦν καθεσταμένος στρατηγὸς εἰς τὸ πεδίον Ἰεριχώ, καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ· ᾖν γὰρ γαμβρὸς τοῦ ἀρχιερέως.