Ancient Greek · ~7 min
3.45 to 3.60
Septuaginta, Machabaeorum I 3.45-60
Not analysed yet
καὶ Ἰερουσαλὴμ ἦν ἀοίκητος ὡς ἔρημος· οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γενημάτων αὐτῆς· καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα ἐν τοῖε ἔθνεσιν· καὶ ἐξήρθη τέρψις ἐξ Ἰακώβ, καὶ ἐξέλειπεν αὐλὸς καὶ κινύρα. καὶ συνήχθησαν καὶ ἤλθοσαν εἰς Μασσηφὰ κατέναντι Ἰερουσαλήμ, ὅτι τόπος προσευχῆς εἰς Μασσηφὰ τὸ πρότερον τῷ Ἰσραήλ. καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ περιεβάλλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου, περὶ ὦν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματὰ τῶν εἰδώλων αὐτῶν. καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας· καὶ ἤγειραν τοὺς Ναζιραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας· καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν λέγοντες Τί ποιήσαρμεν τούτοις, καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν ; καὶ τὰ ἅγιά σου καταπεπάτηται καὶ βεβήλωται, καὶ οἱ ἱερεῖς σου ἐν πένθει καὶ ταπεινώσει. καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφʼ ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐφʼ ἡμᾶς. πῶς δυνησόμεθα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηθήσῃς ἡμῖν ; καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐβόησαν φωνῇ μεγάλῃ. Καὶ μετὰ τοῦτο κατέστησεν Ἰούδας ἡγουμένους τοῦ λαοῦ, χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους. καὶ εἶπεν τοῖς οἰκοδομοῦσιν οἰκίαν καὶ μνηστευομένοις γυναῖκας καὶ φυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς, ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν νόμον. καὶ ἀπῆρεν ἡ παρεμβολή, καὶ παρενεβάλοσαν κατὰ νότου Ἀμμαούμ. καὶ εἶπεν Ἰούδας Περιζώσασθε, καὶ γενέσθε εἰς υἱοὺς δυνατούς· καὶ γίνεσθε ἕτοιμοι εἰς τὸ πρωὶ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσιν τούτοις τοῖς ἐπισυνηγμένοις ἐφʼ ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν. ὅτι κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν πολέμῳ, ἢ ἐφιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων. ὡς δʼ ἂν ᾖ θέλημα ἐν οὐρανῷ, οὕτως ποιήσει.