Ancient Greek · ~7 min
5.54 to 5.68
Septuaginta, Machabaeorum I 5.54-68
Not analysed yet
καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ· καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ. Καὶ ἐν ταῖς ἡμέραις αἷς ἦν Ἰούδας καὶ Ἰωναθὰν ἐν τῇ Γαλαάδ, καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος, ἤκουσεν Ἰωσὴφ ὁ τοῦ Ζαχαρία καὶ Ζαχαρίας ἄρχοντες τῶν δυνάμεων τῶν ἀνδραγαθέσεων καὶ τοῦ πολέμου οἶα ἐποίησαν· καὶ εἶπαν Ποιήσομεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα, καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν. καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετʼ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ἰαμνίαν. καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως, καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον. καὶ ἐτροπώθη Ἰώσηφος καὶ Ἀζαρίας. καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ἰουδαίας καὶ ἔπεσον ἐν τῇ ἡμἐρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ Ἰσραὴλ εἰς δισχιλίους ἄνδρας· καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ, ὅτι οὐκ ἤκουσαν Ἰούδου καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι αὐτόν. αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ἰσραὴλ διὰ χειρὸς αὐτῶν. καὶ ὁ ἀνήρ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἐναντίον παντὸς Ἰσραὴλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἡκούετο τὸ ὄνομα αὐτῶν· καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες. Καὶ ἐξῆλθεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἐπολέμουν τοὺς υἱοὺς Ἠσοὺ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ἐπάταξεν τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς· καὶ καθεῖλεν τὸ ὀχύρωμα αὐτῆς, καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν. καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων, καὶ διεπορεύετο τὴν Σαμαρίαν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσαν ἱερεῖς πολέμῳ βουλομένου αὐτοῦ ἀνδραγαθῆσαι, ἐν τῷ αὐτὸν ἐξελθεῖν εἰς τὸν πόλεμον ἀβουλεύτως. καὶ ἐξέκλινεν Ἰούδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κοτέκαυσεν, καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων, καὶ ἐπέστρεψεν εἰς τὴν Ἰουδαίαν.