Ancient Greek · ~2 min
7.46 to 7.50
Septuaginta, Machabaeorum I 7.46-50
Not analysed yet
καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς Ἰουδαίας κυκλόθεν, καὶ ὑπερεκέρων αὐτοὺς· καὶ ἀνέστρεφον οὖτοι πρὸς τούτους, καὶ ἔπεσαν πάντες ῥομφαίᾳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἰς. καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν, καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλαν καὶ τὴν δεξιὰν αὐτοῦ, ἣν ἐξέτεινεν ὑπερηφάνως. καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τὴν Ἰερουσαλήμ. καὶ ηὐφράνθη ὁ λαὸς σφόδρα, καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλην. καὶ ἔστησαν τοῦ ἀγαγεῖν κατʼ ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ Ἀδάρ. καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα ἡμέρας ὀλίγας.