Ancient Greek · ~7 min
8.12 to 8.26
Septuaginta, Machabaeorum I 8.12-26
Not analysed yet
μετὰ δέ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν αὐτοῖς φιλίαν, καὶ κατεκράτησαν τῶν βασιλειῶν τῶν ἐγγὺς καὶ τῶν μακράν· καὶ ὅσοι ἤκουσαν τὸ ὄνομα αὐτῶν ἐφοβοῦντο ἀπʼ αὐτῶν· οἷς δʼ ἂν βούλωνται βοηθεῖν καὶ βασιλεύειν, βασιλεύσουσιν· οὓς δ᾿ ἃν βούλωνται, μεθιστῶσιν, καὶ ὑψώθησαν σφόδρα. καὶ ἐν ἅποσιν τούτοις οὐκ ἐπέθεντο οὐδεὶς αὐτῶν διάδημα, καὶ οὐ περιεβάλοντο πορφύραν, ὥστε ἁδρυνθῆναι ἐν αὐτῇ. καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς, καὶ καθʼ ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι, βουλευόμενοι διὰ παντὸς περὶ τοῦ πλήθους, τοῦ εὐκοσμεῖν ἑαυτούς. καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπῳ ἄρχειν αὐτῶν κατʼ ἐνιαυτὸν καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν, καὶ πάντες ἀκούουσιν τοῦ ἑνός, καὶ οὐκ ἔστιν φθόνος οὔτε ζῆλος ἐν αὐτοῖς. Καὶ ἐπέλεξεν Ἰούδας τὸν Εὐπόλεμον υἱὸν Ἰωάννου τοῦ Ἁκχὼς καὶ Ἰάσονα υἱὸν Ἐλεαζάρου, καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ῥώμην, στῆσαι αὐτοῖς φιλίαν καὶ συμμαχίαν, καὶ τοῦ ἆραι τὸν ζυγὸν αὐτῶν, ὅτι ἴδον τὴν βασιλείαν τῶν Ἐλλήνων καταδουλουμένους τὸν Ἰσραὴλ δουλίαν. καὶ ἐπορεύθησαν εἰς Ῥώμην, καὶ ἡ ὁδὸς πολλὴ σφόδρα· καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον, καὶ ἀπεκρίθησαν Ἰούδας ὁ καὶ Μακκαβαῖος καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τὸ πλῆθος τῶν Ἰουδαίων απέστειλαν ἡμᾶς πρὸς ὑμᾶς, στῆσαι μεθʼ ὑμῶν συμμαχίαν καὶ εἰρήνην, καὶ γραφῆναι ἡμᾶς συμμάχους καὶ φίλους ὑμῶν. καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτῶν. καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς ἧς ἀντέγραψαν ἐπὶ δέλτοις χαλκαῖς καὶ ἀπέστειλαν εἰς Ἰερουσαλὴμ εἶναι παρʼ αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας Καλῶς γένοιτο Ῥωμαίοις καὶ τῷ ἔθνει τῶν Ἰουδαίων ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα, καὶ ῥομφαία καὶ ἐχθρὸς μακρυχθείη ἀπʼ αὐτῶν. ἐὰν δὲ ἐνστῇ πόλεμος Ῥώμῃ προτέρᾳ ἢ πᾶσι τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ κυρίᾳ αὐτῶν· συμμαχήσει τὸ ἔθνος τῶν Ἰουδαίων, ὡς ἂν ὁ καιρὸς ὑπογραφῇ αὐτοῖς, καρδίᾳ πλήρει. καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσιν σῖτον, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξεν Ῥώμῃ· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες.