Ancient Greek · ~2 min
11.32 to 11.38
Septuaginta, Machabaeorum II 11.32-38
Not analysed yet
πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς. ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πεντεκαιδεκάτῃ. Ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος, Τίτος Μάνιος, πρεσβῦται Ῥωμαίων, τῷ δήμῳ τῶν Ιουδαίων χαίρειν. ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν, καὶ ἡμεῖς συνευδοκοῦμεν. ἃ δὲ ἔκρινεν προσανενεχθῆναι τῷ βασιλεῖ, πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων, ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν· ἡμεῖς γὰρ προσάγομεν πρὸς Ἀντιόχειαν. διὸ σπεύσατε καὶ πέμψατέ τινας, ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης. ὑγιαίνετε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πεντεκαιδεκάτῃ.