# Machabaeorum II 14.1-14

Septuaginta, Machabaeorum II, 14.1 to 14.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/machabaeorum-ii/14.1

Μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν. Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις, συννοήσας ὅτι καθ’ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος, ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ, καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν. καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθείς, ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ιουδαῖοι, πρὸς ταῦτα ἔφη Οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι, ὧν ἀφηγεῖται Ιουδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν. ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν (λέγω δὴ τὴν ἀρχιερωσύνην) δεῦρο νῦν ἐλήλυθα πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ. ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προνοήθητι καθ’ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν. ἄχρι γὰρ Ιουδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα. τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον. προχειρισάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην καὶ στρατηγὸν ἀναδείξας τῆς Ιουδαίας ἐξαπέστειλεν δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ. οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι.

---

Septuaginta, Machabaeorum II. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg024.local001/.
