# Machabaeorum III 3.1-14

Septuaginta, Machabaeorum III, 3.1 to 3.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/machabaeorum-iii/3.1

Ἃ καὶ μεταλαμβάνων ὁ δυσσεβὴς ἐπὶ τοσοῦτον ἐξεχόλησεν ὥστε οὐ μόνον τοῖς κατὰ Ἀλεξάνδρειαν διοργίζεσθαι, ἀλλὰ καὶ τοῖς ἐν τῇ χώρᾳ βαρυτέρως ἐναντιωθῆναι καὶ προστάξαι σπεύσαντας συναγαγεῖν πάντας ἐπὶ τὸ αὐτὸ καὶ χειρίστῳ μόρῳ τοῦ ζῆν μεταστῆσαι. τούτων δὲ οἰκονομουμένων φήμη δυσμενὴς ἐξηχεῖτο κατὰ τοῦ γένους ἀνθρώποις συμφρονοῦσιν εἰς κακοποίησιν ἀφορμῆς διδομένης εἰς διάθεσιν ὡς ἂν ἀπὸ τῶν νομίμων αὐτοὺς κωλυόντων. οἱ δὲ Ιουδαῖοι τὴν μὲν πρὸς τοὺς βασιλεῖς εὔνοιαν καὶ πίστιν ἀδιάστροφον ἦσαν φυλάσσοντες, σεβόμενοι δὲ τὸν θεὸν καὶ τῷ τούτου νόμῳ πολιτευόμενοι χωρισμὸν ἐποίουν ἐπὶ τῷ κατὰ τὰς τροφάς, δι’ ἣν αἰτίαν ἐνίοις ἀπεχθεῖς ἐφαίνοντο. τῇ δὲ τῶν δικαίων εὐπραξίᾳ κοσμοῦντες τὴν συναναστροφὴν ἅπασιν ἀνθρώποις εὐδόκιμοι καθειστήκεισαν. τὴν μὲν οὖν περὶ τοῦ γένους ἐν πᾶσιν θρυλουμένην εὐπραξίαν οἱ ἀλλόφυλοι οὐδαμῶς διηριθμήσαντο, τὴν δὲ περὶ τῶν προσκυνήσεων καὶ τροφῶν διάστασιν ἐθρύλουν φάσκοντες μήτε τῷ βασιλεῖ μήτε ταῖς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνθρώπους γίνεσθαι, δυσμενεῖς δὲ εἶναι καὶ μέγα τι τοῖς πράγμασιν ἐναντιουμένους· καὶ οὐ τῷ τυχόντι περιῆψαν ψόγῳ. οἱ δὲ κατὰ τὴν πόλιν Ἕλληνες οὐδὲν ἠδικημένοι ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἀνθρώπους θεωροῦντες καὶ συνδρομὰς ἀπροσκόπους γινομένας βοηθεῖν μὲν οὐκ ἔσθενον, τυραννικὴ γὰρ ἦν ἡ διάθεσις, παρεκάλουν δὲ καὶ δυσφόρως εἶχον καὶ μεταπεσεῖσθαι ταῦτα ὑπελάμβανον· μὴ γὰρ οὕτω παροραθήσεσθαι τηλικοῦτο σύστεμα μηδὲν ἠγνοηκός. ἤδη δὲ καί τινες γείτονές τε καὶ φίλοι καὶ συμπραγματευόμενοι μυστικῶς τινας ἐπισπώμενοι πίστεις ἐδίδουν συνασπιεῖν καὶ πᾶν ἐκτενὲς προσοίσεσθαι πρὸς ἀντίλημψιν. Ἐκεῖνος μὲν οὖν τῇ κατὰ τὸ παρὸν εὐημερίᾳ γεγαυρωμένος καὶ οὐ καθορῶν τὸ τοῦ μεγίστου θεοῦ κράτος, ὑπολαμβάνων δὲ διηνεκῶς ἐν τῇ αὐτῇ διαμενεῖν βουλῇ, ἔγραψεν κατ’ αὐτῶν ἐπιστολὴν τήνδε Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ’ Αἴγυπτον καὶ κατὰ τόπον στρατηγοῖς καὶ στρατιώταις χαίρειν καὶ ἐρρῶσθαι· ἔρρωμαι δὲ καὶ αὐτὸς ἐγὼ καὶ τὰ πράγματα ἡμῶν. τῆς εἰς τὴν Ἀσίαν γενομένης ἡμῖν ἐπιστρατείας, ἧς ἴστε καὶ αὐτοί, τῇ τῶν θεῶν ἀπροπτώτῳ συμμαχίᾳ κατὰ λόγον ἐπὶ τέλος ἀχθείσης

---

Septuaginta, Machabaeorum III. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg025.local001/.
