Ancient Greek
5.15 to 5.28
Septuaginta, Machabaeorum III 5.15-28
Not analysed yet
καὶ μόλις διεγείρας ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα τὸν περὶ τούτων λόγον ποιούμενος. ὃν ὁ βασιλεὺς λογισάμενος καὶ τραπεὶς εἰς τὸν πότον ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ. οὗ καὶ γενομένου παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτοὺς τὸ παρὸν τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος. ἐπὶ πλεῖον δὲ προβαινούσης τῆς ὁμιλίας τὸν Ἕρμωνα προσκαλεσάμενος ὁ βασιλεὺς μετὰ πικρᾶς ἀπειλῆς ἐπυνθάνετο, τίνος ἕνεκεν αἰτίας εἰάθησαν οἱ Ιουδαῖοι τὴν περιοῦσαν ἡμέραν περιβεβιωκότες. τοῦ δὲ ὑποδείξαντος ἔτι νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἀγειοχέναι καὶ τῶν φίλων αὐτῷ προσμαρτυρησάντων τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τῷ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς· ἀνυπερθέτως δὲ εἰς τὴν ἐπιτελοῦσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων Ιουδαίων ἀφανισμόν. εἰπόντος δὲ τοῦ βασιλέως ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν. καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός, ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς. Ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος, καὶ τὰ θηρία καθωπλικὼς ὁ Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει. τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς. οἱ δὲ Ιουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως. οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο, καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου ὁ Ἕρμων παραστὰς ἐκάλει πρὸς τὴν ἔξοδον ὑποδεικνύων τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι. τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ παρανόμῳ ἐξόδῳ κατὰ πᾶν ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο, τί τὸ πρᾶγμα, ἐφ’ οὗ τοῦτο αὐτῷ μετὰ σπουδῆς τετέλεσται· τοῦτο δὲ ἦν ἡ ἐνέργεια τοῦ πάντα δεσποτεύοντος θεοῦ τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος.