# Machabaeorum III 7.1-11

Septuaginta, Machabaeorum III, 7.1 to 7.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/machabaeorum-iii/7.1

Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ’ Αἴγυπτον στρατηγοῖς καὶ πᾶσιν τοῖς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρῶσθαι· ἐρρώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν κατευθύναντος ἡμῖν τοῦ μεγάλου θεοῦ τὰ πράγματα, καθὼς προαιρούμεθα. τῶν φίλων τινὲς κατὰ κακοήθειαν πυκνότερον ἡμῖν παρακείμενοι συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ιουδαίους συναθροίσαντας σύστημα κολάσασθαι ξενιζούσαις ἀποστατῶν τιμωρίαις προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν δι’ ἣν ἔχουσιν οὗτοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν, μέχρι ἂν συντελεσθῇ τοῦτο. οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα, μᾶλλον δὲ ὡς ἐπιβούλους, ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν νόμου Σκυθῶν ἀγριωτέραν ἐμπεπορπημένοι ὠμότητα. ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι καθ’ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιείκειαν μόγις τὸ ζῆν αὐτοῖς χαρισάμενοι καὶ τὸν ἐπουράνιον θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ιουδαίων ὡς πατέρα ὑπὲρ υἱῶν διὰ παντὸς συμμαχοῦντα τήν τε τοῦ φίλου ἣν ἔχουσιν βεβαίαν πρὸς ἡμᾶς καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι δικαίως ἀπολελύκαμεν πάσης καθ’ ὁντινοῦν αἰτίας τρόπον καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν ἐν παντὶ τόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος μήτε ὀνειδίζειν περὶ τῶν γεγενημένων παρὰ λόγον. γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρὸν ἢ ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον, οὐκ ἄνθρωπον, ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάμεως θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπ’ ἐκδικήσει τῶν πραγμάτων κατὰ πᾶν ἀφεύκτως διὰ παντὸς ἕξομεν. ἔρρωσθε. Λαβόντες δὲ τὴν ἐπιστολὴν ταύτην οὐκ ἐσπούδασαν εὐθέως γενέσθαι περὶ τὴν ἄφοδον, ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ τοῦ γένους τῶν Ιουδαίων τὸν ἅγιον θεὸν αὐθαιρέτως παραβεβηκότας καὶ τοῦ θεοῦ τὸν νόμον τυχεῖν δι’ αὐτῶν τῆς ὀφειλομένης κολάσεως προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θεῖα παραβεβηκότας προστάγματα μηδέποτε εὐνοήσειν μηδὲ τοῖς τοῦ βασιλέως πράγμασιν.

---

Septuaginta, Machabaeorum III. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg025.local001/.
