Ancient Greek
11.23 to 11.27
Septuaginta, Machabaeorum IV 11.23-27
Not analysed yet
μέγαν σοι προσβάλλων καὶ αὐτὸς ἀλάστορα, καινουργὲ τῶν βασάνων, καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων. ἓξ μειράκια κατελύσαμέν σου τὴν τυραννίδα. τὸ γὰρ μὴ δυνηθῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν, μήτε βιάσασθαι πρὸς τὴν μιεροφαγίαν, οὐ κατάλυσίς ἐστίν σου; τὸ πῦρ σου ψυχρὸν ἡμῖν, καὶ ἄπονοι οἱ καταπέλται, καὶ ἀδύνατος ἡ βία σου. οὐ γὰρ τυράννου ἀλλὰ θείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυφόροι· διά τοῦτο ἀνίκητον ἔχομεν τὸν λογισμόν.