Ancient Greek
13.20 to 13.27
Septuaginta, Machabaeorum IV 13.20-27
Not analysed yet
ἐν ἦ τὸν ἴσον ἀδελφοὶ κατοικήσαντες χρόνον, καὶ ἐν τῷ αὐτῷ χρόνῳ πλασθέντες, καὶ ἀπὸ τοῦ αὐτοῦ αἵματος αὐξηθέντες, καὶ διὰ τῆς αὐτῆς ψυχῆς τελεσφορηθέντες, καὶ διὰ τῶν ἴσων ἀποτεχθεντες χρόναον, καὶ ἀπὸ τῶν αὐτῶν γαλακτοποτοῦντες πηγῶν, ἀφʼ οὗ συντρέφονται ἐναγκαλισμάτων φιλάδελφοι ψυχαί καὶ αδξονται σφοδρότερον διὰ συντροφίας καὶ τῆς καθʼ ἡμέραν συνηθείας καὶ τῆς ἄλλης παιδίας καὶ τῆς ἡμετέρας ἐν νόμῳ θεοῦ ἀσκήσεως. οὕτως δὴ τοίνυν καθεστηκυίας τῆς φιλαδελφίας συμπαθούσης, οἱ ἑπτὰ ἀδελφοὶ συνπαθέστερον ἔσχον τὴν πρὸς ἀλλήλους ὁμόνοιαν. νόμῳ γὰρ τῷ αὐτῷ παιδευθέντες, καὶ τὰς αὐτὰς ἐξασκήσαντες ἀρετάς, καὶ τῷ δικαίῳ συντραφέντες βίῳ, μᾶλλον ἐφʼ αὐτοὺς ἤγαγον. ἡ γὰρ ὁμοζηλία τῆς καλοκἀγαθίας ἐπέτεινεν αὐτῶν τὴν πρὸς ἀλλήλους ὁμόνοιαν σὺν γὰρ τῇ εὐσεβείᾳ ποθεινοτέραν αὐτοῖς κατεσκεύαζεν τὴν φιλαδελφίαν. ἀλλʼ ὁμοίως καίπερ τῆς φύσεως καὶ τῆς συνηθείας καὶ τῶν τῆς ἀρετῆς ἠθῶν τὰ τῆς ἀδελφότητος αὐτοῖς φίλτρα συναυξόντων, ἀνέσχοντο διὰ τὴν εὺσέβειαν τοὺς ἀδελφοὺς οἱ ὑπολελιμμένοι τοὺς καταικιζομένους ὁρῶντες μέχρι θαυάτου βασανιζομένους.