Ancient Greek
14.18 to 14.20
Septuaginta, Machabaeorum IV 14.18-20
Not analysed yet
καὶ τί δεῖ τὴν διὰ τῶν ἀλόγων ζῷων ἐπιδεικνύναι τὴν πρὸς τὰ τέκνα συνπάθειαν; ὅπου γε καὶ μέλισσαι περὶ τὸν τῆς κηρογονίας καιρὸν ἐπαμύνονται τοὺς προσιόντας, καὶ καθάπερ σιδήρῳ τῷ κέντρῳ πλήσσουσι τοὺς προσιόντας τῆ νοσσιᾶ αὐτῶν, καὶ ἐπαμύνονται ἕως θανάτου. ἀλλʼ οὐχὶ τὴν Ἀβραὰμ ὁμόψυχον τῶν νεανιῶν μητέρα μετεκίνησεν ἡ συμπάθεια τέκνων.