# Machabaeorum IV 15.1-18

Septuaginta, Machabaeorum IV, 15.1 to 15.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/machabaeorum-iv/15.1

Ὦ λογισμέ τέκνων παθῶν τύραννε, καὶ εὐσέβεια μητρὶ τέκνων ποθεινοτέρα. μήτηρ δυεῖν προκειμέναων, εὐσεβείας, καὶ τῆς ἑπτὰ υἱῶν σαωτηρίας προσκαίρου κατὰ τὴν τοῦ τυράννου ὑπόσχεσιν· τὴν εὐσέβειαν μᾶλλον ἠγάπησεν τὴν σώζουσαν εἰς αἰώνιον ζωὴν κατὰ θεόν. Ὦ τίνα τρόπον ἠθολογήσαιμι φιλότεκνα γονέων πάθη, ψυχῆς τε καὶ μορφῆς ὁμοιότητα εἰς μικρὸν παιδοχαρακτῆρα θαυμάσιον ἐναποσφραγίζον, μάλιστα διὰ τὸ τῶν πατέρων τοῖς γεννηθεῖσιν τὰς μητέρας καθεστάναι συνπαθεστέρας. ὅσῳ γὰρ καὶ ἀσθενόψυχοι καὶ πολυγονάτεραι ὑπάρχουσιν μητέρες, τοσούτῳ μᾶλλόν εἰσιν φιλοτεκνώτεραι. πασῶν δὲ τῶν μητέρων ἐγένετο ἡ τῶν ἑπτὰ μήτηρ φιλοτεκνωτέρα, ἥτις ἑπτὰ κυοφορίαις τὴν πρὸς αὐτοὺς ἐπιφυτευομένη φιλοστοργίαν· καὶ διὰ πολλὰς τὰς καθʼ ἕκαστον αὐτῶν ὠδῖνας ἠναγκασμένην εἰς αὐτοὺς ἔχειν συμπάθειαν, διὰ τὸν πρὸς τὸν θεὸν φόβον ὑπερεῖδεν τὴν τῶν τέκνων πρόσκαιρον σωτηρίαν. οὐ μὴν δέ, ἀλλὰ καὶ διὰ τὴν καλοκἀγαθίαν τῶν υἱῶν καὶ τὴν πρὸς τὸν νόμον αὐτῶν εὐπειθίαν, μείζω τὴν ἐν αὐτοῖς ἔσχεν φιλοστοργίαν. δίκαιοί τε γὰρ ἦσαν καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ μεγαλόψυχοι καὶ φιλάδελφοι, καὶ φιλομήτορες οὕτως, ὥστε καὶ μέχρι θανάτου τὰ νόμιμα φυλάσσοντας πείθεσθαι αὐτῇ· Bλλʼ ὅμως, καίπερ τοσούτων ὄντων τῶν περὶ φιλοτεκνίαν εἰς συνπάθειαν ἑλκόντων τὴν μητέρα, ἐπʼ οὐδενὸς αὐτῶν τὸν λογισμὸν αὐτῆς αἱ πανποίκιλοι βάσανοι ἴσχυσnν μετατρέψαι. λλὰ καὶ καθʼ ἔυα παῖδα καὶ ὁμοῦ πάντας ἡ μήτηρ ἐπὶ τὸν τῆς εὐσεβείας προετρέπετο. θάνατον. Ὦ φύσις ἱερά, καὶ φίλτρα γονέων καὶ γονεῦσιν φιλόστοργε, καὶ τροφεῖα, καὶ μητέρων ἀδάμαστα πάθη. καθʼ ἕνα στρεβλουμενον καὶ φλεγομενον ὁρῶσα μήτηρ, οὐ μετεβάλετο διὰ τὴν εὺσέβειαν. τὰς σάρκας τῶν τέκνων ἑώρα περὶ τὸ πῦρ τηκομένας, καὶ τοὺς τῶν ποδῶν καὶ χειρῶν δακτύλους ἐπὶ γῆς σπαίροντας, καὶ τὰς τῶν κεφαλῶν μέχρι τῶν περὶ τὰ γένεια σάρκας ὥσπερ προσαοπεῖα προκειμένας. ὦ πικροτέραων μέν νῦν μήτηρ πόνων πειρασθεῖσα, ἤπερ τῶν ἐπʼ αὐτοῖς ὠδίνων. ὼ μόνη γύναι τὴν εὺσέβειαν ὁλόκληρον ἀποκυήσασα. οὐ μετέτρεψέν σε πραωτότοκος ἀποπνέων· οὐῆὲ δεύτερος είς οἰκτρὸν βλέπων ἐν βασάνοις· οὐδέ τρίτος ἀποψύχων.

---

Septuaginta, Machabaeorum IV, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg026.local002/.
