# Machabaeorum IV 15.19-32

Septuaginta, Machabaeorum IV, 15.19 to 15.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/machabaeorum-iv/15.19

οὐδε τοὺς ὀφθαλμοὺς ἑνὸς ἑκάστου θεωροῦσα ταυρηδὸν ἐπὶ τῶν βασάνων ὁρῶντας τὸν αὐτὸν αἰκισμόν, καὶ τοὺς μυκτῆρας προσημειουμένους αὐτῶν τὸν θάυατον, οὐκ ἔκλαυσας. ἐπὶ σαρξὶν τέκνων ὁρῶσα σάρκας τέκνων ἀποκεκομμένας, καὶ ἐπὶ χερσὶν χῖρας ἀποτεμνομένας, καὶ ἐπὶ κεφαλαῖς κεφαλὰς ἀποδειροτομουμένας. καὶ ἐπὶ νεκροῖς νεκροὺς πίπτοντας, καὶ πολυάνδριον ὁρῶσα τῶν τέκνων χααορίον διὰ τῶν βασάνων, οὐκ ἐδάκρυσας. οὐχ οὕτως σειρήνιοι μελῳδίαι οὐδὲ κύκνιοι πρὸς φιληκοίαν φωναὶ τοὺς ἀκούοντας ἐφέλ. κονίαι, ὦ τέκνων φαοναὶ μετὰ βασάνων μητέρα φωνούντων. πηλίκαις καὶ πόσαις τότε ἡ μήτηρ, τῶν υἱῶν βασανιζομένων τροχοῖς τε καὶ καυτηρίοις, ἐβασανίζετο βασάνοις; ἀλλὰ τὰ σπλάγχνα αὐτῆς ὁ εὐσεβὴς λογισμὸς ἐν αὐτοῖς τοῖς πάθεσιν ἀνδρειώσας ἐπέτεινευ τὴν πρόσκαιρον φιλοτεκνίαν παριδεῖν. καίπερ ἑπτὰ τέκνων ὁρῶσα ἀπώλειαν καὶ τὴν τῶν στρεβλῶν πολύπλοκον ποικιλίαν, ἀσπάσασα ἡ γενναία μήτηρ ἐξέλυσεν διὰ τὴν πρὸς θεὸν πίστιν. καθάπερ γὰρ ἐν βουλευτηρίῳ τῇ ἑαυτῆς ψυχῇ δεινοὺς ὁρῶσα συμβούλους, ύσιν καὶ γένεσιν καὶ φιλοτεκνίαν καὶ τέκνων στοέβλαν, ῆὺο ψήφους κρατοῦσα μήτηρ, θανατηφόρον τε καὶ σωτήριον ὑπέρ τέκνων, οὺκ ἐπέγνω τὴν σώζουσαν ἑπτὰ υἱοὺς πρὸς ἀλίγον χρόνον σωτηρίαν· ἀλλὰ τῆς θεοσεβοῦς Ἀβραὰμ καρτερίας ἡ θυγάτηρ ἐμνήσθη. Ὦ μήτηρ ἔθνους, ἔκδικε τοῦ υόμου, καὶ ὑπερασπίστεια τῆς εὐσεβείας, καὶ τοῦ διὰ σπλάγχνον ἀγῶνος ἀθλοφόρε. ὦ ἀρρέναν πρὸς καρτερίαν γενναιοτέρα, καὶ ἀνδρῶν πρὸς ὑπομονὴν ἀνδρειοτέρα. καθάπερ γὰρ ἡ Νῶε κιβωτὸς ἐν τῷ κοσμοπληθεῖ κατακλυσμῷ κοσμοφοροῦσα καρτεροὺς ὑπήνεγκεν τοὺς κλύδωνας· οὕτως σύ, ἡ νομοφύλαξ, πανταχόθεν ἐν τῷ τῶν παθῶν περιαντλουμένη κατακλυσμῷ, καὶ καρτεροῖς ἀνέμοις ταῖς τῶν υἱῶν βασάνοις συνεχομένη, γενναίως ὑπέμεινας τοὺς τῆς εὐσεβείας χειμῶνας.

---

Septuaginta, Machabaeorum IV, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg026.local002/.
