# Machabaeorum IV 16.1-16

Septuaginta, Machabaeorum IV, 16.1 to 16.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/machabaeorum-iv/16.1

Εὶ δὲ τοίνυν και γυνὴ καὶ γεραιὰ καὶ ἑπτὰ παίδων μητηρ ὐπέμεινεν τὰς μέχρι θανάτου βασάνους ὁρῶσα τῶν τέκνων· ἁμολογουμένααως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. αἀπέδειξα οὖν ὅτι οὐ μόνον τῶν παθὼυ ἄνδρες επεκράτησαν, ἀλλὰ καὶ γυνη τῶν μεγίστααον βασάνων ὑπερεφρόνησεν. καὶ οὐχ ουτως οἱ περὶ Δανιὴλ λέοντες ἦσαν ἄγριοι, οὐδὲ Μισαὴλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρί, ὡς τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνη φύσις, ὁρῶσα αὐτῆς τοὺς ἑπτὰ υἱοὺς βασανιζομένους. ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσε τοσαῦτα καὶ τηλικαῦτα πάθη ἡ μήτηρ. καὶ γὰρ τοῦτο ἐπιλογίσασθαι, ὅτι εἰ δειλόψυχος ἧν ἡ γυνή. καίπερ μήτηρ οὗσα, ὠλοφύρετο ἂν ἐπʼ αὐτοῖς· καὶ ἴσως ἂν ταῦτα οὕτως εἶπεν Ὦ μελέα ἔγωγε καὶ πολλάκις τρισαθλία, ἥτις ἑπτὰ παῖδας τεκοῦσα, οὐδενὸς μήτηρ γεγένημαι. ὦ μάταιοι ἑπτὰ κυοφορίαι, καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι, καὶ ἄκαρποι τιθηνίαι, καὶ ταλαίπωροι γαλακτοτροφίαι. μάτην ἐφʼ ὑμῖν, ὦ παῖδες, πολλὰς ὑπέμεινα ὼδῖυας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφῆς. ὦ τῶν ἐμῶν παίδων, οἱ μὲν ἄγαμοι, οἱ δέ γαμήσαντες ἀνονητοι, οὐκ ὄψομαι ὑμῶν τέκνα, οὐδέ μάμμη κληθεῖσα μακαρισθήσομαι. ὦ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος· οὐδʼ ἂν ἀποθάνω, θάπτοντα τῶν υἱῶν ἔξω τινά. ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὀλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ, οὐδʼ ἵνα μὴ ἀποθάνωσν ἀπέτρεπεν αὐτῶν τινα, οὐδʼ ὡς ἀποθνησκόντων ἐλυπήθη. ἀλλʼ ὥσπε ἀδαμαντινον ἔχουσα τὸν νοῦν, καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμόν, μᾶλλον ὑπέρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα. Ὧ μήτηρ δι εὐσέβειαν θεοῦ στρατιῶτι. πρεσβῦτι καὶ γυνή, διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας, καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἂν ἀνδρός. καὶ γὰρ ὅτε συνελήμφθηι μετὰ τῶν παίδων, εἱστήκεις τὸν Ἐλεάζαρον ὁρῶσα βασανιζόμενον, καί ἔλεγες τοῖς παισὶν ἐν τῇ Ἑβραΐδι φωνῇ Ὦ παῖδες, γενναῖος ὁ ἀγών ἐφʼ ὃν κληθέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔθνους, ἐναγωνίσασθε προθύμως ὑπὲρ τοῦ πατρίου νόμου.

---

Septuaginta, Machabaeorum IV, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg026.local002/.
