# Machabaeorum IV 17.18-24

Septuaginta, Machabaeorum IV, 17.18 to 17.24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/machabaeorum-iv/17.18

ὄι ἣν καὶ τῷ θείῳ νῦν παρεστήκασιν θρόνῳ, καὶ τὸν μακάριον βιοῦσιν αἰῶνα· καὶ γάρ φησιν ὁ Μωσ ῆς Καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου. καὶ οὐτοι οὗν ἁγιασθέντες διὰ θεὸν τετίμηνται οὐ μόνον οὗν ταύτῃ τῇ τιμῇ, ἀλλὰ καὶ τῷ δι᾿ αὐτοὺς τὸ ἔθνος ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατῆσαι, καὶ τὸν τύραννον τιμωρηθῆναι καὶ τὴν πατρίδα καθαρισθῆναι· ὧσπερ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔθνους ἁμαρτίας καὶ διὰ τοῦ αἵματος τῶν εὐσεβῶν ἐκείνων καὶ τοῦ ἱλαστηρίου θανάτου αὐτῶν, ἡ θεία πρόνοια τὸν Ἰσραὴλ προκακωθέντα διέσωσεν. πρὸς γὰρ τὴν ἀνδρίαν αὐτῶν τῆς ἀρετῆς καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀφιδὼν Ἀντίοχος ἀνεκήρυξεν τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδιγμα τὴν ἐκείνων ὑπομονὴν· ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίnν· καὶ ἐκπορθήσας ἐνίκησεν πάντας τοὺς πολεμίους.

---

Septuaginta, Machabaeorum IV, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg026.local002/.
