# Machabaeorum IV 18.1-17

Septuaginta, Machabaeorum IV, 18.1 to 18.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/machabaeorum-iv/18.1

Ὦ τῶν Ἀβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ἰσραηλεῖται, πείθεσθε τῷ νόμῳ τούτῳ, καὶ πάντα τρόπον εὐσεβεῖτε· γινάσκοντες ὅτι τῶν παθῶν δεσπότης ἐστὶν ὁ εὐσεβὴς λογισμός, καὶ οὐ μόνον τῶν ἔνδοθεν ἀλλὰ καὶ τῶν ἔξωθεν πόνων· ἀυθʼ ὧν διὰ τὴν εὐσέβειαν προιἐμενοι τὰ σώματα τοῖς πόνοις ἐκείνοι, οὐ μόνον ὑπὸ τῶυ ἀνθρώπων ἐθαυμάσθησαν, ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν. καὶ δι αὐτοὺς είρήνευσεν τὸ ἔθυος, καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενος, ἐκπεπολιόρκηκε τοὺς πολεμίους. καὶ ὁ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται, καὶ ἀποθανὼν κολάζεται· ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ἰεροσολυμείτας ἀλλοφυλῆσαι, καὶ τῶν πατρίων ἐθνῶν ἐκδιαιτηθῆναι, τότε δὴ ἀπάρας ἀπὸ τῶν Ἰεροσολύμων ἐστρατοπέδευσεν ἐπὶ Πέρσας. Ἔλεγεν δὲ ἡ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα ἡ δικαία τοῖς τέκνοις ὅτι Ἐγὼ ἐγενήθην παρθένος ἁγνή, καὶ οὐχ ὑπερέβην πατρικὸν οἶκον· ἐφύλασσον δὲ τὴν ᾠκοδομημένην πλευράν. οὐ διέφθειρέν με λυμεὼν τῆς ἐρημίας φθορεὺς ἐν πεδίῳ· οὐδὲ ἐλυμήνατό μου τὰ ἁγνὰ τῆς παρθενίας λυμεὼν ἀπάτης ὄφις· ἔμεινα δέ χρόνον ἀκμῆς σὺν ἀνδρί τούτων δέ ἐνηλίκαων γενομέναον ἐτελεύτησεν ὁ πατήρ. μακάριος μέν ἐκεῖνος· τὸυ γὰρ τῆς εὐτεκνίας βίον ἐπιζητήσας, τὸν τῆς ἀτεκνίας οὐκ ὠδυνήθη καιρόν· ὸς ἐδίδασκεν ὑμᾶς, ἔτι ὧν σὺν ἡμῖν, τὸν νόμον καὶ τοὺς προφήτας τὸν ἀναιρεθέντα Ἅβελ ὑπὸ Κάιν ἀνεγίνωσκεν δὲ ἡμῖν, καὶ τὸν ὁλοκαρπούμενον Ἰσαάκ, καὶ τὸν ἐν φυλακῇ Ἰωσήφ· ἔλεγεν δὲ ἡμῖν τὸν ζηλωτὴν Φινεές, ἐδίδασκεν δὲ ὑμᾶς τοὺς ἐν πυρὶ Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαήλ· ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκῳ λεόντων Δανιὴλ, ὃν καὶ ἐμακάριζεν· ὑπεμίμνησ κεν δὲ ὑμᾶς τὴν Ἠσαίου γραφὴν τὴν λέγουσαν Κδν διὰ πυρὸς διέλθῃς, φλὸξ οὐ κατακαύσει σε. τὸν ὑμνογράφον ἐμελῴδει ἡμῖν Δαυεὶδ τὸν λέγοντα Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. τὸν Σαλομῶντα ἐπαροιμίαζεν ἡμῖν τὸν λέγοντα Ξλον ζωῆς ἐστιν πᾶσιν τοῖς ποιοῦσιν αὐτοῦ τὸ θέλημα. τὸν Ἰεζεκιὴλ ἐπιστοποιεῖτο τὸν λέγοντα Εἰζήσεται τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα;

---

Septuaginta, Machabaeorum IV, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg026.local002/.
