# Machabaeorum IV 18.18-24

Septuaginta, Machabaeorum IV, 18.18 to 18.24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/machabaeorum-iv/18.18

Αὀδὴν μέν γὰρ ἣν ἐδίδαξεν Μωσῆς οὐκ ἐπελάθετο τὴν διδάσκουσαν Ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω. Αλὕτη ἡ ζωὴ ὑμῶν καὶ ἡ μακαριότης τῶν ἡμερῶον. Ὦ πικρᾶς τῆς τότε ἡμέρας, καὶ οὐ πικρᾶς, ὅτε ὁ πικρὸς Ἐλλήνων τύραννος πῦρ φλέξας λέβησιν ὠμοίς, καὶ ζέουσι θυμοῖς ἀγαγὼν ἐπὶ τὸν καταπέλτην καὶ πάλιν τὰς βασάνους αὐτοῦ τοὺς ἑπτὰ παῖδας τῆς Ἀβραμίτιδος, τὰς τῶν ὀμμάτων κόρας ἐπήρωσεν, καὶ γλώσσας ἐξέτεμεν, καὶ βασάνοις ποικίλαις ἀπέκτεινεν. ὑπέρ ἱὧν ἡ θεία δίκη μετῆλθεν καὶ μετελεύσεται τὸν ἀλάστορα. οἱ δῆ Ἀβραμιαῖοι παίδες σὺν τῇ άθλοφόρῳ νητρὶ εἰς πατέρων χώρον συναγελάζονται, ψυχὰς ἁγνὰς καὶ ἀθανάτους ἀπειληφότες παρὰ τοῦ θεοῦ· ᾧ ᾑ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

---

Septuaginta, Machabaeorum IV, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg026.local002/.
