Ancient Greek
3.1 to 3.19
Septuaginta, Machabaeorum IV 3.1-19
Not analysed yet
ἔστι δέ κομιδῇ γελοῖος ὁ λογισμός· οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται, ἀλλὰ τῶν σωματικῶν. οἶον ἐπιθυμίαν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι. θυμον τις οὐ δύναται ἐκκόψαι ὑμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ θυμῷ δυνατὸν βοηθῆσαι. κακοήθειάν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾳ δυνατὸν ὁ λογισμὸς συμμαχῆσαι. οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν ὁ λογισμός ἐστιν, ἀλλὰ ἀνταγωνιστής. ἕστιν γοῦν τοῦτο διὰ τῆς Δαυεὶδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι. ἐπεὶ γὰρ δι᾿ ὅλης ἡμέρας προσβάλλων τοῖς ἀλλοφύλοις ὁ Δαυεὶδ πολλοὺς αὐτῶν ἀπέκτεινεν μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν, τότε δὴ γενομένης ἑσπέρας, ἱδρῶν καὶ σφόδρα κεκμηκώς, ἐπὶ τὴν βασίλειον σκηνὴν ᾖλθεν, περὶ ἤν ὁ πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπεδεύκει. οἱ μέν οὗν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν· ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψῶν, καίπερ ἀφθόνους ἔχων πηγάς, οὐκ ἠδύνατο δι᾿ αὐτῶν ἰάσασθαι τὴν δίψαν. ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγε, καὶ λύουσα κατέφλεγεν. ὅθεν τῶν ὑπερασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ σχετλιαζόντων, δύο νεανίσκοι στρατιῶται καρτεροί, καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν, τὰς πανοπλίας καθωπλίσαντο, καὶ κάλπιν λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας· καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας, διεξήεσαν εὑράμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατοπέδου. καὶ ἀνευράμενοι θαρραλέως τὴν πηγήν, ἐξ αὐτῆς ἐγέμισαν τῷ βασιλεῖ τὸ ποτόν. ὁ δὲ καὶ περὶ τὴν δίψαν διαπυρούμενος, ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον τῇ ψυχῇ λογισθὲν ἰσοδύναμον τὸ ποτὸν αἵματι. ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμόν, ἔσπεισεν τὸ πόμα τῷ θεῷ. δυνατὸς γὰρ ὁ σώφρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας, καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονάς, καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθʼ ὑπερβολὴν οὔσας καταπαλαῖσαι, καὶ τῆς καλοκἀγαθίας τοῦ λογισμοῦ ἀποπτύσαι πάσας τὰς τῶν παθῶν ἐπικρατίας. Ἤδη δὲ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς ἱστορίας τοῦ σώφρονος λογισμοῦ.