Ancient Greek
4.15 to 4.26
Septuaginta, Machabaeorum IV 4.15-26
Not analysed yet
Γελευτήσαντος δὲ Σελεύκου τοῦ βασιλέως, διαδέχεται τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Ἀντίοχος Ἐπιφανής, ἀνὴρ ὑπερήφανος, δεινός· ὃς καταλύσας τὸν Ὀνίαν τῆς ἀρχιερωσύνης Ἰάσονα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν ἀρχιερέα, συνθέμενον δώσειν, εἰ ἐπιτρέψειεν αὐτῷ τὴν ἀρχήν, κατʼ ἐνιαυτὸν τρισχίλια ἑξακόσια ἑξήκοντα τάλαντα. ὁ δὲ ἐπέτρεψεν αὐτῷ ἀρχιερᾶσθαι καὶ τοῦ ἔθνους ἀφηγεῖσθαι. ὃς καὶ ἐξεζήτησεν τὸ ἔθνος, καὶ ἐξεπολίτευσεν ἐπὶ πᾶσαν παρανομίαν· ὣστε μὴ μόνον ἐπʼ αὐτῇ τῇ ἄκρᾳ τῆς πατρίδος ἡμῶν γυμνάσιον κατασκευάσαι, ἀλλὰ καὶ καταλῦσαι τὴν τοῦ ἱεροῦ κηδεμονίαν. ἐφʼ οἶς ἀγανακτήσασα ἡ θεία δίκη αὐτόν τοιτὸν Ἀντίοχον ἐπολέμησεν. ἐπειδὴ γὰρ πολεμῶν ἣν κατʼ Aἴγυπτον Πτολεμαίῳ, ἤκουσέν τε ὅτι φήμης διαδοθείσης περὶ τοῦ τεθνάναι αὐτόν, ὡς ἔνι μάλιστα χαίροιεν οἱ Ἰεροσολυμεῖται, ταχέως ἐπʼ αὐτοὺς ἀνέζευξεν. καὶ ὡς ἐπόρθησεν αὐτούς, δόγμα ἔθετο ὅπως εἴτινες αὐτῶν φάνοιεν τῷ πατρίῳ πολιτευόμενοι νόμῳ, θάνοιεν. καὶ ἐπεὶ κατὰ μηδένα τρόπον ἴσχυεν καταλῦσαι διὰ τῶν δογμάτων τὴν τοῦ ἔθνους εὔνοιαν, ἀλλὰ πάσας τὰς ἑαυτοῦ ἀπειλὰς καὶ τιμωρίας ἑώρα καταλυομένας, ὥστε καὶ γυναῖκας, ὅτι περιέτεμον τὰ παιδία, μετὰ τῶν βρεφῶν κατακρημνισθῆναι, προειδυίας ὅτι τοῦτο πείσονται· ἐπεὶ οὖν τὰ δόγματα αὐτοῦ κατεφρονεῖτο ὑπὸ τοῦ λαοῦ, αὐτὸς διὰ βασάνων ἕνα ἕκαστον τοῦ ἔθνους ἠνάγκαζεν, μιερῶν ἀπογευομένους τροφῶν, ἐξόμνυσθαι τὸν Ἰουδαισμόν.