# Machabaeorum IV 5.1-17

Septuaginta, Machabaeorum IV, 5.1 to 5.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/machabaeorum-iv/5.1

Προκαθίσας γέ τοι μετὰ τῶν συνέδρων ὁ τύραννος Ἀντίοχος ἐπί τινος ὑψηλοῦ τόπου, καὶ τῶν στρατευμάτων αὐτῶν παρεστηκότων κυκλόθεν ἐνόπλων, παρεκέλευεν τοις δορυφόροις ἕνα ἕκαστον τῶν Ἐβραίων περισπᾶσθαι, καὶ κρεῶν ὑείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι εἰ δέ τινες μὴ θέλοιεν μιεροφαγῆσαι, τούτους τροχισθέντας ἀναιρεθῆναι. πολλῶν δὲ συναρπασθέντων, εἰς πρῶτος ἐκ τῆς ἀγέλης Ἐβραῖος ὀνόματι Ἐλεάζαρος, τὸ γένος ἱερεύς, τὴν ἐπιστήμην νομικός, καὶ τὴν ἡλικίαν προήκων, καὶ πολλοῖς τῶν περὶ τὸν τύραννον διὰ τὴν ἡλικίαν γνώριμος. παρήχθη πλησίον αὐτοῦ. καὶ αὐτὸν ἰδὼν ὁ Ἀντίοχος ἔφη Ἐγὼ πρὶν ἄρξασθαι τῶν κατὰ σοῦ βασάνων, πρεσβῦτα, συμβουλεύσαιμʼ ἄν σοι ταῦτα ὅπως ἀπογευσάμενος τῶν ὑείων σώζοιο· αἰδοῦμαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιάν, ἣν μετὰ τοσοῦτον ἔχων χρόνον οὕ μοι δοκεῖς φιλοσοφεῖν, τῇ Ἰουδαίων χρώμενος θρησκείᾳ. διά τί γὰρ τῆς φύσεως κεχαρισμένης καλλίστην τὴν τοῦδε τοῦ ζῴου σαρκοφαγίαν βδελύττῃ; καὶ γὰρ ἀνόητον τοῦτο τὸ μὴ ἀπολαύειν τῶν χωρὶς ὀνείδους ἡδέων, καὶ ἄδικον ἀποστρέφεσθαι τὰς τῆς φύσεως χάριτας. σὺ δέ μοι καὶ ἀνοητότερον ποιήσεῖν δοκεῖς, εἰ κενοδοξῶν περὶ τὸ ἀληθές ἔτι κἀμοῦ καταφρονήσεις ἐπὶ τῇ ἰδίᾳ τιμωρίᾳ· οὐκ ἐξυπνώσεις ἀπὸ τῆς φλυάρου φιλοσοφίας ὑμῶν; καὶ ἀποσκεδάσεις σου τὸν λῆρον ¶ τὸν λογισμόν, καὶ ἄξιον τῆς ἡλικίας ἀναλαβὼν νοῦν φιλοσοφήσεις τὴν τοῦ συμφέροντος ἀλήθειαν, καὶ προσκυνήσας μου τὴν φιλάνθρωπον παρηγορίαν οἰκτειρήσεις τὸ σεαυτοῦ γῆρας καὶ γὰρ ἐνθυμήθητι, ὡς εἰ καί τίς ἐστιν τῆσδετῆς θρησκείας ἐποπτικὴ δύναμις. συγγνωμονήσειἐν σοι ἐπὶ πᾶσιν δι᾿ ἀνάγκην παρανομίᾳ γινομένῃ. Τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἔκθεσμον σαρκοφαγίαν ἐποτρύνοντος τοῦ τυράννου, λόγον ᾔτησεν ὁ Ἐλεάζαρος. καὶ λαβὼν τοῦ λέγειν ἐξουσίαν, ἤρξατο δημηγορεῖν οὕτως Ἡμεῖς, Ἀντίοχε, θείῳ πεπεισμένοι νόμῳ πολιτεύεσθαι, οὐδεμίαν ἀνάγκην βιαιοτέραν εἶναι νομίζομεν τῆς πρὸς τὸν νόμον ἡμῶν εὐπειθείας. διὸ δὴ κατʼ οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν.

---

Septuaginta, Machabaeorum IV, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg026.local002/.
