Ancient Greek
7.18 to 7.24
Septuaginta, Machabaeorum IV 7.18-24
Not analysed yet
ἀλλ ὅσοι τῆς εὐσεβείας προνοοῦσιν ἐξ ὅλης καρδίας, οὗτοι μόνοι δύυανται κρατεῖν τῶν τῆς σαρκὸς παθῶν· φἱ πιστεύοντες, ὅτι θεῷ οὐκ ἀποθνήσκουσιν, ὥσπερ γὰρ οἱ πατριάρχαι ἡμῶν Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, ἀλλὰ ζῶσιν τῷ θεῷ. οὐδὲν οὖν ἐναντιοῦται τὸ φαί νεσθαί τινας παθοκρατεῖσθαι διὰ τὸν ἀσθενῆ λογισμόν. ἐπεὶ τίς πρὸς ὁλον τὸν τῆς φιλοσοφίας κανόνα εὐσεβῶς φιλοσοφῶν, καὶ πεπιστευκὼς θεῷ, καὶ εἰδὼς ὅτι διὰ τὴν ἀρετὴν πάντα πόνον ὑπομένειν μακάριόν ἐστιν, οὐκ ἂν περικρατήσειεν τῶν παθῶν διὰ τὴν εὐσέβειαν; μόνος γὰρ ὁ σοφὸς καὶ σώφρων ἀνδρεῖός ἐστιν τῶν παθῶν κύριος. διὰ τοῦτό γε τοι καὶ μειρακίσκοι τῷ τῆς εὐσεβείmς λογισμῷ φιλοσοφοῦντες χαλεπωτέραον βασανιστηρίων ἐπεκράτησαν.