Ancient Greek
8.15 to 8.29
Septuaginta, Machabaeorum IV 8.15-29
Not analysed yet
Οί δὲ ἀκούσαντες ἐπαγαωγὰ καὶ ἀρῶντες δεινα, οὐ μόνον οὐκ ἐφοβήθησαν, ἀλλὰ καὶ ἀντεφιλοσόφησαν §τῷ τυράννῳ, καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαυ. καίτοι λογισώμεθα· εἰ δειλόψυχοί τινες ἦσαν καὶ ἄνανδροι ἐν αὐτοῖς, ποίοις ἂν ἐχρήσαντο λόγοις ; οὐχὶ τούτοις; Ὦ τάλανες ἡμεῖς, καὶ λίαν ἀνόητοι· βασιλέως ἡμάς παρακαλοῦντος καὶ ἐπὶ εὺεργεσίᾳ φωυοῦυτος, μὴ πεισθείημεν αὐτῷ; τί βουλήμασιν κενοῖς ἑαυτοὺς εὐφραίνομεν, καὶ θανατηφόρον ἀπειθίαν τολμῶμεν; οὐ φοβησόμεθα, ἄνδρες ἀδελφοί, τὰ βασανιστήρια, καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλάς, καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονίαν ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλικίας, καὶ κατοκτειρησωμεν τὸ τῆς μητρὸς γῆρας· καὶ ἐνθυμηθῶμεν, ὅτι ἀπειθοῦντες τεθνηξόμεθα. συγγνώσεται δέ ἡμῖν καὶ ἡ θεία δίκη δι᾿ ἀνάγκην τὸν βασιλέα φοβηθεῖσιν. τί ἐξάγομεν ἑαυτοὺς τοῦ ἡδίστου βίου, καὶ ἀποστεροῦμευ ἑαυτοὺς τοῦ γλυκέος κόσμου; μὴ βιαζώμεθα τὴν ἀνάγκην, μηδέ κενοδοξῇσαωμεν ἐπὶ τῇ ἑαυτῶν στρέβλῃ. οὐδὲ αὐτὸς ὁ νόμος ἑκουσίως ἡμᾶς θανατοῖ φοβηθέντας τὰ βασανιστήρια. π όθεν ἡμῖν ἡ τοσαύτη ἐντέτηκεν φιλονεικία, καὶ ἡ θαυατηφόρος ἀρέσκει καρτερίn, παρὸν μετὰ ἀταραξίας ζῇν τῷ βασιλεῖ πεισθέντας; ἀλλὰ τούτων οὐδὲυ οἱ νεανίαι βασανίζεσθαι μέλλοντες, οὐδὲ ἐνεθυμήθησαν. ἦσαν γὰρ περίφρονες τῶν παθῶν, καὶ αὐτοκράτορες τῶν ἀλγηδόνων. §ὥσητε ἅμα τῷ παύσασθαι τὸν τύραννον συμβουλεύοντα αὐτοῖς μιεροφαγῆσαι,¶ πάντες διὰ μιᾶς φωνῆς ὁμοῦ, ὥσπερ ἀπὸ τῆς αὐτῆς ψυχῆς, εἶπον