# Machabaeorum IV 9.1-18

Septuaginta, Machabaeorum IV, 9.1 to 9.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/machabaeorum-iv/9.1

Τί μέλλεις, ὦ τύραννε; ἕτοιμοι γάρ ἐσμεν ἀποθνήσκειν, ἢ παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς. καὶ αἰσχυνόμεθα γὰρ τοὺς προγόνους εἰκότως, εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ συμβούλῳ καὶ γνώσει χρησαί μέθα. σύμβουλε τύραννε παρανομίας, μὴ ἡμᾶς μισῶν ὑπέρ αὐτοὺς ἡμᾶς ἐλέα. χαλεπώτερον γὰρ αὐτοῦ τοῦ θαυάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον. ἐκφοβεῖς δὲ ἡμᾶς, τὸν διὰ τῶν βασάνων ἡμῖν θάνατον ἀπειλῶν, ἄὥσπερ οὐχὶ πρὸ βραχέως παρὰ Ἐλεαζάρου μαθών. εἰ δ᾿ οἱ γέροντες τῶν Ἐβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμοὺς ὑπομείναντες ἀπέθανον, ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι, τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες ἄς καὶ ὁ παιδευτὴς γέρων ἐνίκησεν. πείραζε γὰρ οὖν, τύραννε· καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν, μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων. ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς τὰ τῆς ἀρετῆς ἆθλα οἴσομεν, σὺ δὲ διὰ τὴν ἡμῶν μιεροφονίαν αὐτάρκη καρτερήσεις ὑπὸ τῆς θείας δίκης αἰόνιον βασάνου διὰ πυρός. Ταῦτα αὐτῶν εἰπόντων, οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος, ἀλλ᾿ ὁὡς καὶ κατὰ ἀχαρίστων ὠργίσθη. ὅθεν τὸν πρεσβύτατον οὐτων κελευσθέντες παρήγαγον οἱ μμστισταί, καὶ διαρρήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῦρας αὐτοῦ καὶ τοὺς βραχί ὀνᾶς ἱμᾶσιν ἑκατέρωθεν. ὼς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν, μηδέν ἀνύοντες, ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν. περὶ ὅν κατατεινόμενος ὁ εὐγενὴς νεανίας ἔξαρθρος ἐγίνετο. καὶ κατὰ πᾶν μέλος κλώμενος κατηγόρει λέγων Γύραννε μιερώτατε καὶ τῆς οὐραυίου δίκης ἐχθρέ καὶ ὠμόφρον, οὐκ ἀνδροφονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον, οὐδὲ ἀσεβήσαντα, ἀλλὰ θείου υόμου προασπίζοντα. καὶ τῶν δορυφόρων λεγόντων Ομολόγησον φαγεῖν, ὅπως ἀπαλλαγὴς τῶν βασάνων, ὁ δὲ εἶπεν Οὐχ οὕτως ἰσχυρὸς ὑμῶν ἐστιν ὁ τρόπος, ὠ σμιεροὶ διάκονοι, ὥστε μου τὸν λογισμὸν ἄξαι. τέμνετέ μου μέλη, καὶ πυροῦτε τὰς σάρκας, καὶ στρεβλοῦτε τὰ ἄρθρα · διο πασῶν γὰρ ὑμᾶς πείσω τῶν βασάνων ὅτι μόνοι οἱ παῖδες Ἐβραίων ὑπέρ ἀρετῆς εἰσιν ἀνίκητοι.

---

Septuaginta, Machabaeorum IV, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg026.local002/.
