# Machabaeorum IV 9.19-32

Septuaginta, Machabaeorum IV, 9.19 to 9.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/machabaeorum-iv/9.19

πρῦτα λέγοντες ἔτι πῦρ ἐπέστραωσαν, καὶ διερεθίζοντες τὸν τροχὸν προσεπικατέτεινον. ἐμολύνετο δὲ πάντοθεν αἵματι ὁ τροχός, καὶ ὁ σωρὸς τῆς ἀνθρακιᾶς τοῖς τῶν ἰχώραον ἐσβέννυτο σταλαγμοῖς, καὶ περὶ τοὺς ἄξονας τοῦ ἀργάνου περιέρεον αἱ σάρκες. καὶ περιτετηγμένον ἤδη ἔχων τὸ τῶν ὀστέων πῆγμα ὁ μεγαλόφρων καὶ Ἀβραμιαῖος νεανίας οὐκ ἐστέναξεν. ἀλλʼ ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀφθαρσίαν, ὑπέμεινεν εὐγενῶς τὰς στρέβλας Μιμήσασθέ με, ἀδελφοί, λέγων· μὴ μου τὸν αἰῶνα λειποτακτήσητε, μηδέ ἐξομόσησθέ μου τὴν τῆς εὐψυχίας ἀδελφότητα· ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασθε περὶ τῆς εὐσεβείας, δί ἧς ἵλεως ἡ δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔθνει γενηθεῖσα τιμαορησειεν τὸν ἀλάστορα τύραννον. καὶ ταῦτα εἰπ ὼν ὁ ἱεροπρεπὴς νεανίας ἀπέρρηξεν τὴν ψυχὴν. Θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ, ἦγον οἱ δορυφόροι τὸν καθʼ ἡλικίαν τοῦ προτέρου δεύτερον, καὶ σιδηρᾶς ἐναρμοσάμενοι χείρας ἀξέσιν τοῖς ὄυυξιν, τοῖς ὀργάνοις καὶ καταπέλτῃ προσέδησαν αὐτόν. ὡς δʼ εἰ φαγεῖν βούλοιτο πρὶν βασανίζεσθαι πυνθανόμενοι, τὴν εὐγενῆ γναώμην ἤκουσαν, ἀπ ὸ τῶν τενόντωυ ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι, μενοι, μθχρ γε τῶν γενείων τὴν σάρκα πᾶσαυ §καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλιοι θῆρες ἀπέσυραν· ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν, ἔλεγεν Ὡς ἡδὺς πᾶς τρόπος θανάτου διὰ τὴν πάτριον ἡμῶν εὺσέβειαν· ἔφη τε πρὸς τὸν τύραννον ὐ δοκεῖς,¶ πάντων ὠμότατε τύραννε, πλεῖον ἐμοῦ σε υῦυ βασανίζεσθαι, ὁρῶν σου νικώμενον τὸν τῆς τυραννίδος ὑπερήφανον λογισμὸν ὑπὸ τῆς διὰ τὴν εὐσέβειαν ἡμῶν ὑπομονῆς ; ἐγὼ μέν γὰρ ταῖς διὰ τὴν ἀρετὴν ἡδοναῖς τὸν πόνον ἐπικουφίζομαι σὺ δὲ ἐν ταῖς τῆς ἀσεβείας ἀπειλαῖς βασανίζῃ· οὐκ ἐκφεύξῃ δέ, μιερώτατε τύραννε, τὰς τῆς θείας ἀργῆς δίκας.¶

---

Septuaginta, Machabaeorum IV, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg026.local002/.
