Ancient Greek · ~1 min
1.15 to 1.16
Septuaginta, Michaeas 1.15-16
Not analysed yet
ἕως τοὺς κληρονόμους ἀγάγω σοι, κατοικοῦσα Λαχις κληρονομία, ἕως Οδολλαμ ἥξει ἡ δόξα τῆς θυγατρὸς Ισραηλ. ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.