Ancient Greek · ~7 min
10.17 to 10.34
Septuaginta, Numeri 10.17-34
Not analysed yet
καὶ καθελοῦσιν τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσων καὶ οἱ υἱοὶ Μεραρι αἴροντες τὴν σκηνήν. —καὶ ἐξῆραν τάγμα παρεμβολῆς Ρουβην σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισουρ υἱὸς Σεδιουρ, καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι, καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γαδ Ελισαφ ὁ τοῦ Ραγουηλ. καὶ ἐξαροῦσιν οἱ υἱοὶ Κααθ αἴροντες τὰ ἅγια καὶ στήσουσιν τὴν σκηνήν, ἕως παραγένωνται. —καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς Εφραιμ σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ελισαμα υἱὸς Εμιουδ, καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασση Γαμαλιηλ ὁ τοῦ Φαδασσουρ, καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμιν Αβιδαν ὁ τοῦ Γαδεωνι. —καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς υἱῶν Δαν ἔσχατοι πασῶν τῶν παρεμβολῶν σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Αχιεζερ ὁ τοῦ Αμισαδαι, καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν, καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν. αὗται αἱ στρατιαὶ υἱῶν Ισραηλ, καὶ ἐξῆραν σὺν δυνάμει αὐτῶν. Καὶ εἶπεν Μωυσῆς τῷ Ιωβαβ υἱῷ Ραγουηλ τῷ Μαδιανίτῃ τῷ γαμβρῷ Μωυσῆ Ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον, ὃν εἶπεν κύριος Τοῦτον δώσω ὑμῖν· δεῦρο μεθ’ ἡμῶν, καὶ εὖ σε ποιήσομεν, ὅτι κύριος ἐλάλησεν καλὰ περὶ Ισραηλ. καὶ εἶπεν πρὸς αὐτόν Οὐ πορεύσομαι ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου. καὶ εἶπεν Μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ εἵνεκεν ἦσθα μεθ’ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης· καὶ ἔσται ἐὰν πορευθῇς μεθ’ ἡμῶν, καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα, ὅσα ἐὰν ἀγαθοποιήσῃ κύριος ἡμᾶς, καὶ εὖ σε ποιήσομεν. Καὶ ἐξῆραν ἐκ τοῦ ὄρους κυρίου ὁδὸν τριῶν ἡμερῶν, καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν. καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπεν Μωυσῆς Ἐξεγέρθητι, κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε.