# Numeri 23.14-30

Septuaginta, Numeri, 23.14 to 23.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/numeri/23.14

καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν. καὶ συνήντησεν ὁ θεὸς τῷ Βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν Ἀποστράφητι πρὸς Βαλακ καὶ τάδε λαλήσεις. καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ’ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλακ Τί ἐλάλησεν κύριος; καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀνάστηθι, Βαλακ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφωρ. οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ; ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω. οὐκ ἔσται μόχθος ἐν Ιακωβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ισραηλ· κύριος ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ. θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ. οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ιακωβ οὐδὲ μαντεία ἐν Ισραηλ· κατὰ καιρὸν ῥηθήσεται Ιακωβ καὶ τῷ Ισραηλ, τί ἐπιτελέσει ὁ θεός. ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται. καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. καὶ ἀποκριθεὶς Βαλααμ εἶπεν τῷ Βαλακ Οὐκ ἐλάλησά σοι λέγων Τὸ ῥῆμα, ὃ ἐὰν λαλήσῃ ὁ θεός, τοῦτο ποιήσω; Καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ θεῷ καὶ καταρᾶσαί μοι αὐτὸν ἐκεῖθεν. καὶ παρέλαβεν Βαλακ τὸν Βαλααμ ἐπὶ κορυφὴν τοῦ Φογωρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον. καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. καὶ ἐποίησεν Βαλακ καθάπερ εἶπεν αὐτῷ Βαλααμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

---

Septuaginta, Numeri. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg004.local001/.
