Ancient Greek · ~3 min
26.61 to 26.65
Septuaginta, Numeri 26.61-65
Not analysed yet
καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα. καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλ. Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ελεαζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω. καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σινα· ὅτι εἶπεν κύριος αὐτοῖς Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς ὁ τοῦ Ναυη.