Ancient Greek
34.15 to 34.29
Septuaginta, Numeri 34.15-29
Not analysed yet
δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ’ ἀνατολάς. Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη. καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν. καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη· τῆς φυλῆς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδ· τῆς φυλῆς Βενιαμιν Ελδαδ υἱὸς Χασλων· τῆς φυλῆς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλι· τῶν υἱῶν Ιωσηφ φυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφι, τῆς φυλῆς υἱῶν Εφραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαθα· τῆς φυλῆς Ζαβουλων ἄρχων Ελισαφαν υἱὸς Φαρναχ· τῆς φυλῆς υἱῶν Ισσαχαρ ἄρχων Φαλτιηλ υἱὸς Οζα· τῆς φυλῆς υἱῶν Ασηρ ἄρχων Αχιωρ υἱὸς Σελεμι· τῆς φυλῆς Νεφθαλι ἄρχων Φαδαηλ υἱὸς Βεναμιουδ. οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Χανααν.